Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.10 Dem. 29.14 (English) >>Dem. 29.17

29.12καίτοι τί κάλλιον ἦν τοῦ τὸν παῖδα στρεβλοῦντʼ ἐλέγξαι ψευδομένους ἡμᾶς; ἀλλὰ συνῄδει πάντων μάλιστʼ ἀνθρώπων ὅτι τἀληθῆ μεμαρτύρηται· διόπερ ἔφευγε τὴν βάσανον. ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτʼ ἴσασιν, οὐδʼ ὑπὸ μάλης πρόκλησις γέγονεν, ἀλλʼ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. καί μοι κάλει τούτων τοὺς μάρτυρας.Μάρτυρες

29.13οὕτω τοίνυν οὗτός ἐστιν σοφιστὴς καὶ σφόδρʼ ἑκὼν τὰ δίκαιʼ ἀγνοεῖν προσποιούμενος, ὥστε ψευδομαρτυρίων διώκων, καὶ περὶ τούτου τὴν ψῆφον ὑμῶν μελλόντων οἴσειν καὶ ὀμωμοκότων, περὶ τῆς μαρτυρίας μὲν ἔφευγε τὴν βάσανον, περὶ οὗ μάλιστα προσῆκεν αὐτῷ τὸν λόγον ποιεῖσθαι, περὶ δʼ ἄλλων φησὶν ἐξαιτεῖν, ψευδόμενος. 29.14καίτοι πῶς οὐχ ὑπερφυές, αὑτὸν μὲν δεινὰ πεπονθέναι φάσκειν, εἰ τὸν ἐλεύθερον ἐξαιτῶν, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω, μὴ παρέλαβεν, τοὺς δὲ μάρτυρας οὐ δεινὰ πάσχειν νομίζειν, τὸν ὁμολογουμένως δοῦλον περὶ ὧν ἐμαρτύρησαν ἐκδιδόντος, οὐκ ἐθέλοντος τούτου παραλαβεῖν; οὐ γὰρ δὴ τοῦτό γʼ ἔνεστιν εἰπεῖν, ὡς περὶ μὲν τινῶν ὧν αὐτὸς βούλεται σαφὴς βάσανος, περὶ δʼ αὖ τινῶν οὐ σαφής.

29.15ἔτι τοίνυν, ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν ἐμαρτύρησεν ἁδελφὸς τούτου πρῶτος Αἴσιος, ὃς νῦν μὲν ἔξαρνός ἐστιν τούτῳ συναγωνιζόμενος, τότε δʼ ἐμαρτύρησεν ταῦτα μετὰ τῶν ἄλλων, οὔτʼ ἐπιορκεῖν οὔτʼ εὐθὺς παραχρῆμα δίκην ὀφλισκάνειν βουλόμενος. ὃν οὐκ ἂν δήπου, ψευδῆ μαρτυρίαν εἰ παρεσκευαζόμην, ἐνέγραψʼ ἂν εἰς τοὺς μάρτυρας, ὁρῶν μὲν Ἀφόβῳ χρώμενον μάλιστʼ ἀνθρώπων ἁπάντων, εἰδὼς δὲ συνεροῦντʼ αὐτῷ τὴν δίκην, ἔτι δʼ ἐμαυτοῦ ὄντʼ ἀντίδικον· οὐ γὰρ ἔχει λόγον τὸν ἑαυτοῦ διάφορον καὶ τούτου ἀδελφὸν μὴ ἀληθινῆς μαρτυρίας ἐγγράψαι μάρτυρα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.10 Dem. 29.14 (English) >>Dem. 29.17

Powered by PhiloLogic